Ancient Greek
1870 to 1873
Damascius, De Principiis 1870-1873
Unproofread scanNot analysed yet
μὲν ἐνὶ συμφερομένη, ἑνοειδὴς γίγνεται, τῷ δὲ ἡνωμένῳ, τριπλῇ συμφαντάζεται. Δυὰς ἄρα ἔστιν ἐν τριάδα. φθάνομέν. φθάνοιμέν. μένειεν] μένει ἐν. τριοῦχον πατρίδα τετραδικαὶ τριάδος ταῦτα νοητῷ ἡνωμένον τὴν μέσῳ τοῦ ἑνὸς καὶ τῆς τριάδος· τὸ γὰρ τοῦ ἡνωμένον ὡς τρίτον κατὰ φύσιν ἔστι τριάς, τὰ δὲ πρὸ αὐτοῦ ὑπερφυέστερον τρόπον. Οὐκ ἄρα θαυμαστὸν οὐδὲ χαλεπὸν ἐννοῆσαι τὸ ἐν οὕτω γε τριαδιζόμενον, οὐχ ὅτι ἀριθμεῖται οὐδὲ διορίζεται, ἀλλ’ ὅτι προείληφεν ἐν ἑαυτῷ τὴν τοῦ ἡνωμένου τριπλόην, καὶ ὅτι ἐν ἑσίν ὡς ἐν τριάδι τῇ ὅλῃ τριαδικόν, ἥ ὅπερ ἂν τις ἔχοι τοιούτων ἐννοεῖν, ἐννοείτω μᾶλλον ἢ διάκρισιν τοῦ ἑνός, εἰ μὴ ἄρα καὶ ὑπόβασιν τινὰ ἀπ’ αὐτοῦ συμμετρώτερον ὑποθέσθαι, ὡς εἶναι καὶ ἕνα πατέρα καὶ τρεῖς, τὸν αὐτὸν ἕνα καὶ τρίμορφον, μᾶλλον δὲ ἕνα μὲν, ὑποφαίνοντα δὲ τι καὶ τριαδικόν, λέγω δὲ οὐ τὸ τριχῇ μεριζόμενον, ἀλλὰ τὸ ἀμέριστον ἐν τῆς τριάδος. Ἄλλ’ εἰ τριαδικὸν τὸ ἕν, πῶς ἀπλῶς ἕν; ἠπόρει γὰρ καὶ τοῦτο πρότερον δικαίως ὁ λόγος· ἢ τὸ ἐν ἀπλῶς ὑποθέμενοι καὶ τὰ πολλὰ ἀπλῶς καὶ τὰ πάντα ἀπλῶς κατὰ τὸ ἠνωμένον, ἐκ τούτων δὴ τῶν ἀπλῶς μονάδων ἐποιούμεν, ὡς ἐδοκοῦμεν, τριάδα τὴν ἀπλῶς, ὥστε καὶ τὸ τριαδικὸν τοῦ ἑνὸς ἀπλῶς ἔστι, καθ’ ὅσον τὸ ἀπλῶς ἕν ν. τὴν ὅλην τριάδα ἐκείνην προείληφε καὶ οἷον ἐτέλεσεν εἰς αὐτὴν καὶ συνηριθμήθη ταῖς ἄλλαις ἀπλῶς ἀρχαῖς, ὡς πρώτη ἀρχὴ δευτέρας καὶ τρίτης ἐξηγουμένη. Ἔστι γὰρ τὸ ἀπλῶς ἐν τῷ ὄντι τὸ ἀνάριθμον, καὶ εἰ χρὴ φάναι σαφέστερον,