Ancient Greek
1875
Damascius, De Principiis 1875
Unproofread scanNot analysed yet
ἀνθρωπίνως διαλεγόμενοι περὶ τῶν ὑπερθειοτάτων ἀρχῶν οὐκ ἔχομεν ἄλλως οὔτε ἐννοεῖν οὔτε ὀνομάζειν ἢ οὕτως ὡς ἀναγκαζόμεθα χρήσθαι τοῖς λόγοις ὑπὲρ τῶν εἰς τὰ ἐπέκεινα ἀνεχόντων τοῦ παντὸς καὶ ζωῆς καὶ οὐσίας πραγμάτων, ἐπεὶ καὶ οἱ θεοὶ οὐχ οἷα νοοῦσιν, οὐδὲ ὡς, οὕτω καὶ τοιαῦτα περὶ τούτων, ἢ καὶ περὶ ἄλλων διδάσκουσιν ἡμᾶς ἐνίοτε καὶ ἐνίους,· ἀλλ’ ὥσπερ Αἰγυπτίοις ἢ