Ancient Greek
1879 to 1880
Damascius, De Principiis 1879-1880
Unproofread scanNot analysed yet
τοῦ λόγου ἐπαινετέον, ὅτι αὐτὸς ἑαυτὸν ἐκφαυλίζει καὶ ὁμολογεῖ δυσωπεῖσθαι καὶ μὴ δύνασθαι ἀντιβλέπειν πρὸς τὸ φῶς ἐκεῖνο τὸ ἡνωμένον καὶ νοητόν. Οὕτως οὖν τὴν τριάδα λέγομεν ἐκεῖ ὡς πλῆθος ἀδιάκριτον σημαίνουσαν, καὶ τὴν δυάδα αὖ πάλιν ὡς τοῦ πλήθους αἰτίαν ἐκείνου, καὶ τὴν μονάδα πρὸς ταύταις ὡς τὸ ἐν αὐτό, ὁ τοῦδε τοῦ πλήθους ἐστὶν ἐπέκεινα. Καὶ αὕτη ἐστὶν ἡ πολυύμνητος νοητὴ τριάς, ἣν περιφράζειν ἄλλοτε ἄλλως βουλόμενοι λαμβάνομεν αὐτούς, ἔτι ποικιλωτέραν αὐτὴν ἐν τοῖς λόγοις παρατιθέμενοι, καὶ μάλιστα ὅταν αὐτὴν ἐννεάδα ποιῶμεν, τὸ παντελὲς καὶ πάντων ἡγεμονοῦν ἀπὸ τῶν πρώτων ἄχρι τῶν ἐσχάτων ἐκλογιζόμενοι, καὶ ἐν τῷ τρίτῳ ὄντι κατὰ φύσιν τριμόρφῳ, καὶ τὰς πρὸ αὐτοῦ ἀρχὰς ὥσπερ ἐν κατόπτρῳ ὁρῶντες τριαδικὰς φανταζομένας καταλαμπούσας αὐτοῦ