Ancient Greek
1910
Damascius, De Principiis 1910
Unproofread scanNot analysed yet
ἂν σώζοι τὴν ἔνωσιν τῶν πρώτων ἀρχῶν, εἰ γε τρεῖς οὖσαι ὅμως ἥνωνται πρὸς ἀλλήλας οὕτως ὡς πρὸς ὕπαρξιν δύναμις καὶ ἐνέργεια τῆς ὑπάρξεως. Δῆλον δὲ ὅτι καὶ μειζόνως ἥνωνται πρὸς ἀλλήλας αἱ ἀρχαί, ἢ πρὸς ἑαυτὴν ἡ μία φύσις ὑπάρχουσα τε καὶ δυναμένη καὶ ἐνεργοῦσα καὶ οὖσα γε μία τρίμορφος. Ἄρα οὖν οὕτως αὐτὰς νοητέον; καὶ ἀπὸ τῆς τρίτης