Ancient Greek
1912
Damascius, De Principiis 1912
Unproofread scanNot analysed yet
οὕτω διώρισται ἐν ἐκείνοις ἀπὸ τοῦ ἑνὸς τὸ ὄν, οὐδὲ ἐσὶν ὄν τὸ ἠνωμένον· οὐδὲ ἄρα τὸ ἓν ὁ πατήρ· ἴσως δὲ ὡς ἓν ἀπλῶς ὁ πατήρ, καὶ τὸ ἡνωμένον εἴη ἂν ἀπλῶς ὄν ἄλλον τρόπον λεγόμενον, ἕκαστον, ὡς προείρηται πολλάκις· ἦν δὲ ἂν οὕτω λέγειν, εἰ ἀληθὲς διαφέρειν οὐσίαν καὶ ὕπαρξιν. Νῦν δὲ οὐχ ὁρῶ ἔγωγε τὴν τοιαύτην διαφοράν·