Ancient Greek
193
Damascius, De Principiis 193
Unproofread scanNot analysed yet
ἀξιολογωτέραν ποιότητα καὶ ἐλλαμψιν, ἀποτελεῖν τὸ ὅλον φαινόμενον αὐτοκίνητον. Διὰ τί δὲ φαινόμενον; ὅτι οὐκ ἀμερὲς καὶ τὸ αὐτὸ κινοῦν καὶ κινούμενον, ἀλλ’ ὡς αἱ κεχωρισμέναι ἀλλήλων οὐσίαι, τρόπον το δὲ ἄλλον συνιοῦσαι, καθάπερ ἡ λογικὴ ψυχὴ καὶ τὸ ζῶον ἢ τὸ ὀστρέϊνον ζῶον καὶ τὸ πνευματικόν, ἢ τοῦτο καὶ τὸ αὐγοειδές· καὶ γὰρ ἐπὶ τούτων τῶν συμπλοκῶν τὸ μὲν