Ancient Greek
1948
Damascius, De Principiis 1948
Unproofread scanNot analysed yet
πρῶτος πατὴρ τῶν πατέρων. Ὁμοίως δὲ καὶ αἱ δυνάμεις τριχῇ ληφθήσονται, συμφερόμεναι τοῖς τρισὶν ἐκατέρωθι, πατράσι τε λέγω καὶ νοῦσι πατρικοῖς· ἀμφιφανεῖς γὰρ αἱ δυνάμεις ἀεὶ καὶ σύμμετροι πρὸς ἑκατέραν ἀπόστασιν· ὅμως δὲ καὶ ἐν τῇ τριάδι τῶν δυνάμεων ἡ μὲν πρώτη πατρικὴν ἔχει ἀξίαν πρὸς τὰς ἄλλας, ἡ δὲ μέση δύναμις ἐστὶ δυνάμεων, ἡ δὲ τρίτη νοῦς τῆς πρώτης.