Ancient Greek
195
Damascius, De Principiis 195
Unproofread scanNot analysed yet
κατὰ τὸ ἕτερον, οἷον τὸ εἶδος, ὅθεν καὶ δοκεῖ τοῦτο εἶναι τὸ κινοῦν, οὐχ ὅτι ὑπὸ τούτου τὸ ἕτερον, ἀλλ’ ὅτι κατὰ τοῦτο τὸ συναμφότερον, ἢ ὑφ’ ἑτέρου· καὶ εἰ μὲν τοῦτο, ἢ ὑπὸ τοῦ κρείττονος ἢ ὑπὸ τοῦ χείρονος, καὶ οἱ αὐτοὶ ἥξουσι λόγοι· εἰ δὲ ὑφ’ ἑαυτοῦ, τὸ αὐτὸ ἐστὶ κινοῦν καὶ κινούμενον, ὅπερ μόνῳ πρέπει τῷ ἀμερεῖ