Ancient Greek
1950
Damascius, De Principiis 1950
Unproofread scanNot analysed yet
οὔπω γὰρ ἦν τοῦ προκειμένου καιροῦ ἡ ἐκείνων ἐξέτασις. Ἐπεὶ δὲ τούτων καὶ ὁπωσοῦν ἐπεμνήσθημεν τῆς περὶ τῶν νοητῶν προβολῆς εἵνεκα καὶ διακαθάρσεως τῶν ἡμετέρων ἐννοιῶν, φέρε νῦν τὰ μέτρια παριστορήσωμεν καὶ τῶν ἄλλων θεολόγων τὰς περὶ τοῦ νοητοῦ διακόσμου παραδόσεις, εἴ τι καὶ ἀπὸ τούτων δυνάμεθα σέβας ἀναλαβεῖν ἐπὶ μείζον καὶ, ὡς ἔνι, μέγιστον τῆς ὑπερβαλλούσης ἐκείνης ἑνώσεως. Ἐν