Ancient Greek
1955
Damascius, De Principiis 1955
Unproofread scanNot analysed yet
ὂν ἐτι ἠνωμένον, κατὰ δὲ τὸν Θεὸν ἤδη διακεκριμένον, τὸ δὲ ὅλον εἰπεῖν, διακρινόμενον. Τοιαύτη μὲν ἡ συνήθης ὀρφικὴ Θεολογία. Ἡ δὲ κατὰ τὸν Ἱερώνυμον φερομένη καὶ Ἑλλάνικον, εἴπερ μὴ καὶ ὁ αὐτὸς ἐσλιν, οὕτως ἔχει· «Ὕδωρ ἦν, φησίν, ἐξ ἀρχῆς, καὶ ὕλη, ἐξ ἧς ἐπάγη ἡ γῆ», δύο ταύτας ἀρχὰς ὑποτιθέμενος πρώτον, ὕδωρ καὶ γῆν, ταύτην μὲν ὡς φύσει