Ancient Greek
1960
Damascius, De Principiis 1960
Unproofread scanNot analysed yet
καὶ τὸ πατρικὸν τε καὶ ἄκρον αἰθὴρ, οὐχ ἁπλῶς, ἀλλὰ νοερῶς· τὸ δὲ μέσον αὐτόθεν Χάος ἄπειρον, ἀλλὰ μὴν ἐν τούτοις, ὡς λέγει, ὁ Χρόνος ὧν ἐγέννησεν, τοῦ Χρόνου ποιοῦσα γέννημα καὶ αὐτὴ ἡ παράδοσις, καὶ ἐν τούτοις τικτόμενον, ὅτι καὶ ἀπὸ τούτων ἡ τρίτη πρόεισι νοητὴ τριάς. Τίς οὖν αὐτὴ ἐστί; τὸ ὄν, ἢ διὰς τῶν ἐν αὐτῷ φύσεων,