Ancient Greek
1964
Damascius, De Principiis 1964
Unproofread scanNot analysed yet
ἡ γενεαλογία παρίστησιν. Ἡ δὲ παρὰ τῷ περιπατητικῷ Εὐδήμῳ ἀναγεγραμμένη ὡς τοῦ Ὀρφέως οὖσα Θεολογία πᾶν τὸ νοητὸν ἐσιώπησεν, ὡς παντάπασι ἄρρητόν 1ο τε καὶ ἄγνωστον τρόπῳ κατὰ διέξοδόν τε καὶ ἀπαγγελίαν· ἀπὸ δὲ τῆς Νυκτὸς ἐποίησατο τὴν ἀρχήν, ἀφ’ ἧς καὶ ὁ Ὅμηρος, εἰ καὶ μὴ συνεχῇ πεποίηται τὴν γενεαλογίαν, ἴστησιν· οὐ γὰρ ἀποδεκτέον Εὐδήμου λέγοντος ὅτι ἀπὸ