Ancient Greek
1972
Damascius, De Principiis 1972
Unproofread scanNot analysed yet
τριπλῆν, οἶμαι, φύσιν τοῦ νοητοῦ, ἐξ ὧν ἐν πέντε μυχοῖς διηρημένων πολλὴν ἄλλην γενεὰν συστῆναι. Θεῶν, τὴν πεντέμυχον καλουμένην, ταὐτὸν δὲ ἴσως εἰπεῖν, πεντέκοσμον. Περὶ δὲ τούτων ἄλλος ἴσως φανεῖται καιρός· τοιαῦται μὲν οὖν καὶ τοσαῦται τὰ νῦν παρειλήφθωσαν ἡμῖν αἱ διὰ μύθων ἑλληνικῶν ὑποθέσεις, πολλῶν καὶ ἄλλων οὐσῶν. Τῶν δὲ βαρβάρων ἐοίκασι Βαβυλώνιοι μὲν τὴν μίαν τῶν ὅλων