Ancient Greek
1975
Damascius, De Principiis 1975
Unproofread scanNot analysed yet
τῶν αὐτῶν ἄλλην γενεὰν προελθεῖν, Δαχὴν καὶ Δαχόν, εἶτα αὐ τρίτην ἐκ τῶν αὐτῶν, Κισσαρὴ καὶ Ἄσσωρόν, ἐξ ὧν γενέσθαι τρεῖς, Ἄνὸν καὶ Ἰλλινον καὶ Ἄον· τοῦ δὲ Ἄου καὶ Δαύκης υἱὸν γενέσθαι τὸν Βῆλον, ὃν δημιουργὸν εἶναι φασιν. Μάγοι δὲ καὶ πᾶν τὸ ἄρειον γένος, ὡς καὶ τοῦτο γράφει ὁ Εὔδημος, οἱ μὲν Τόπον, οἱ δὲ Χρόνον καλοῦσι τὸ