Ancient Greek
208
Damascius, De Principiis 208
Unproofread scanNot analysed yet
δοκεῖ γὰρ ὡς καὶ καθ’ ἑαυτὴν ὑφesiάναι, τοῦ ὑποκειμένου χωρὶς, ὅθεν καὶ ἀμφισβητήσιμός ἐστι· πότερον αὐτοκίνητος ἢ ἑτεροκίνητός ἐστι, πολὺ γὰρ τὸ τῆς αὐτοκινησίας ἴχνος, ἀλλ’ οὐχὶ τὸ ἀληθινὸν τε καὶ εἰς ἑαυτὸ ἐπιστρεφόμενον, καὶ διὰ τοῦτο πάντη τοῦ ὑποκειμένου κεχωρισμένον, ἡ δὲ φυτικὴ ψυχὴ μέσως ὡς ἔχει· διὸ τοῖς μὲν δοκεῖ ψυχή τις εἶναι, τοῖς δὲ φύσις. Ἀλλὰ γὰρ