Ancient Greek
217
Damascius, De Principiis 217
Unproofread scanNot analysed yet
ἀκίνητον ἀρχὴ ἐστὶν ἡ κυριωτάτη, καὶ πῶς οἷόν τε εἶναι τὸ γὰρ ἀκίνητον τοσαῦτά ἐστιν ἀκινήτως ὅσα τὸ αὐτοκίνητον αὐτοκινήτως οὐδὲν γὰρ αὐτοκίνητον δύναται πρῶτον εἶναι διὰ τὰς εἰρημένας αἰτίας ἕκαστον δὲ τῶν ἐν τῷ αὐτοκινήτῳ αὐτοκινήτων τί ἐστιν προϋπάρχει ἄρα τούτου ἕκαστου τὸ ἕκαστον ἀκίνητον. Ἵνα δὲ σαφῶς εἴπω ἃ λέγω, τὰ ἄλλα παραλιπών, ἐπὶ τριῶν ποιήσομαι τὸν λόγον