Ancient Greek
220
Damascius, De Principiis 220
Unproofread scanNot analysed yet
νοῦν ὀνομάκαμεν δῆλον δὲ ὅτι τὸ ἡνωμένον ἐν αὐτῷ τοῦ διακεκριμένου φύσει πρότερον καὶ τιμιώτερον· ἀεὶ γὰρ ἡ διάκρισις ἐπιδεής ἐστὶ τῆς ἑνώσεως, οὐ μέντοι ἀνάπαλιν ἡ ἕνωσις τῆς διακρίσεως. Ὁ δὴ νοῦς τὸ ἡνωμένον οὐκ ἔχει καθαρὸν τοῦ ἀντι-κειμένου συνουσίεται συνουσίωται γὰρ τῷ διακεκριμένῳ κατὰ ταὐτὸν ὅλον τὸ νοερὸν εἶδος. Δεῖται ἄρα τοῦ ἀπλῶς ἡνωμένου τὸ πῆ ἠνωμένον,