Ancient Greek
237
Damascius, De Principiis 237
Unproofread scanNot analysed yet
μὴ ὄντι ἀφ’ ἑαυτοῦ, ἐν ὑποκειμένῳ δὲ ὄντι· τὸ δὲ κρεῖττον οὐκ ἔχει, καὶ ταῦτα ὄν τελειότερον· ἔχει ἄρα καὶ φύσιν τὴν ἐκείνῳ πρέπουσαν, οὐ τὴν κάτω καὶ ἄνω κινοῦσαν, ἀλλὰ τὴν κυκλίζουσαν· αὕτη γὰρ ἐκείνῳ κατὰ φύσιν κίνησις· ἔχει τοίνυν καὶ τὴν ἀμείνω ταύτης ζωήν, τὴν φυτικὴν, οὐ δήπου τὴν αὐξουσαν, ἢ τρέφουσαν ἢ τὰ ὅμοια γεννῶσαν ἐν ἐπιρροῇ