Ancient Greek
242
Damascius, De Principiis 242
Unproofread scanNot analysed yet
ἐν τῷ αὐτῷ καὶ περὶ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτὸ παντελῶς ἀπαράλλακτον ἐν τῷ παραλλάσσοντι, καὶ ἐν τῷ μεταβαλλομένῳ ἀμετάβλητον, καὶ ἑστὼς ἐν τῷ κινουμένῳ. Τί ἄρα παρέχεται τῷ παντί; ἢ γὰρ αὐτοκίνητος ψυχὴ μεταβαλλομένας ἐνεργείας ποιεῖται· κινοῦσα γὰρ ἄμα κινεῖται· τὸ δὴ ἀκίνητον τῷ κόσμῳ πόθεν; εἰ μὲν ἀίδιός ἐστι, τὸ πᾶν τε καὶ ἀεὶ ἀκίνητον· εἰ δὲ