Ancient Greek
245
Damascius, De Principiis 245
Unproofread scanNot analysed yet
σύμμετρον εἶχε κατὰ τὸ αὐτοκίνητον, τάχα ἂν καὶ ἡ ἀνθρωπίνη ψυχὴ ἀεὶ τελεία ἦν· αὐτοκίνητος γάρ, ἀμέλει καὶ ἀθάνατος καὶ ἀεικίνητος· οὐ μέντοι ἀεὶ <κατὰ?> τὰς μεταβατικὰς ἐνεργείας ἀπαράλλακτος, διὰ τὸ πόρρω τῆς ἀκινήτου διεστάναι. Εἰ δὲ ὅλως δέδεικται πρὸ τοῦ αὐτοκινήτου τὸ ἀκίνητον, δεῖ ἄρα καὶ πρὸ τοῦ κοσμικοῦ αὐτοκινήτου τὸ κοσμικὸν ἀκίνητον προεστάναι ἴδιον τῆς τοῦ κόσμου προεστώσης