Ancient Greek
247
Damascius, De Principiis 247
Unproofread scanNot analysed yet
ὥσπερ καὶ ἑκάστου θείου ζῴου τὸ οἰκεῖον ἑκάστῳ καὶ τῇ ἰδιότητι σύστοιχον. Αλλὰ γάρ, ἵνα μὴ τανῦν τούτοις ἐνδιατρίβωμεν ἔχουσι πολλὰς ὑποψίας, πρὸ τοῦ ὅλου αὐτοκινήτου ἀκίνητον ὅλον προθήσομεν· οὐ γὰρ δήπου τὸ μὲν καταδεέστερόν ἔστι παντελές, τὸ δ' ὑπέρτερον μερικόν· ἔστιν ἄρα κόσμος ἀκίνητος πρὸ τοῦ αὐτοκινήτου· τῷ δὲ αὐτῷ λόγῳ καὶ πρὸ τοῦ διῃρημένου ὁ συνηρημένος τε καὶ