Ancient Greek
249 to 250
Damascius, De Principiis 249-250
Unproofread scanNot analysed yet
τι ἓν, αὐτὸ τὸ ἀπλῶς ἓν, πάντων περιληπτικὸν τῶν ἀφ' ἑαυτοῦ, μᾶλλον δὲ πάντα ὄν ἐκεῖνα κατὰ τὸ ἓν αὐτὸ τὸ πρὸ πάντων, τοῦ κρυφίου καλουμένου κόσμου κόσμος οὗτος ἀπορρητότερος, ὅς γε οὐδὲ κόσμος ἔτι καλεῖσθαι ἀνέχεται, ἀλλὰ πάντα ἐν ἀδιάκριτον· οὐδὲ πάντα κατὰ ἀλήθειαν, ἀλλὰ τὸ πρὸ πάντων ἓν, περιέχον τὰ πάντα τῇ οἰκείᾳ παντελεῖ ἀπλότητι. Τηλικούτου δὲ ὄντος τοῦ ἑνός, καὶ τὸ ἀπόρρητον οὕτως ὑπονοητέον, ὡς ἅμα πάντων εἶναι μίαν ἀπόρρητον περιοχὴν, οὕτως ἀπόρρητον ὡς μηδεμίαν εἶναι μηδὲ περιοχὴν, μηδὲ εἶναι, μηδὲ ἀπόρρητον· περὶ ἧς καὶ δὴ πέρας ἐχέτω ἡμῖν ἢ τοῦ λόγου προπέτεια, συγγνώμην αἰτοῦσα παρὰ θεῶν τῆς παρακινδυνευτικῆς ταύτης προθυμίας. Πάλιν τοίνυν ἀφ' ἑτέρας ἀρχῆς περὶ τοῦ ἑνὸς ζητητέον ἐν μὲν εἰ μετὰ τὸ