Ancient Greek
265
Damascius, De Principiis 265
Unproofread scanNot analysed yet
τῇ ἑνιαίᾳ γνώσει καὶ ἑνιαῖον γνωσιδὸν ἀντιθήσομεν· οὐ γὰρ δήπου ὁ μεθεκτὸς Θεὸς τὰ μὲν ἄλλα εἴσεται, ἑαυτὸν δὲ ἀγνοήσει, ἢ γνώσεται μόνον κατὰ τὸ ὂν ἑαυτόν, οὔτι γε μὴν καὶ κατὰ τὸ ἕν, ἄλλως τε καὶ τῇ ἑνιαίᾳ νοήσει ἣν αὐτὸς ἔχει· καὶ γὰρ ὡς ἐξηρτημένος ἔχει ὁ νοῦς, οὕτω καὶ αὐτὸς προάρχων· γνώσεται ἄρα καὶ αὐτὸς ἑαυτόν· αὐτὸς