Ancient Greek
275
Damascius, De Principiis 275
Unproofread scanNot analysed yet
ἄλλως, εἰ πρῶτον ἀνέθορεν ἀπὸ τοῦ ἀρρήτου, δῆλον ὡς ἥκιστα διέστη αὐτοῦ. Καὶ ἔτι ὑπὸ τῆς ἐκείνου ἀγνωσίας ἐπιλυγάζεται. Πρὸς τοίνυν τούτοις, εἴ πάντα ἐσλὶ κατὰ τὸ ἕν, οὐδὲν ἐν αὐτῷ κεχώρισται· οὔτε ἄρα γνωστόν ἐστιν οὔτε ἄγνωστον, ἀλλὰ μόνον ἕν καὶ πάντα ἕν. Ἔτι, εἰ, ὅτι πάντα, διὰ τοῦτο γνωσιόν, ἔσται καὶ γνωστικόν καὶ τοῦτο γὰρ ἐν τῶν πάντων·