Ancient Greek
285
Damascius, De Principiis 285
Unproofread scanNot analysed yet
ἐκεῖνο δὲ τῶν πολλῶν ἑνάδων ἐπέκεινα, μετ’ αὐτὸ γὰρ ἡ διάκρισις· ὡς γὰρ τῶν ἡνωμένων ἀπλουστάτων ἐστὶ τὸ πάντη ἡνωμένον καὶ ἀδιάκριτον, οὕτω καὶ τῶν ἑνῶν ἀπλουστάτων τὸ ὑπερούσιον ἡνωμένον ἐστὶ καὶ ἓν ἕν γε ἡνωμένον, εἰ χρὴ οὕτω φάναι· τὸ δὲ ἀπλῶς λεγόμενον ἕν καὶ ὑπὲρ ταύτην ἐστὶ τὴν ἀνάπλωσιν, ὥστε καὶ τὸ ἔσχατον αὐτῆς ἂν εἴη τὸ ὄν,