Ancient Greek
294
Damascius, De Principiis 294
Unproofread scanNot analysed yet
μᾶλλον δὲ ἡ κοινὴ τῶν τριῶν· τὸ δὲ ἀληθέστερον καὶ πρὸ τῆς κοινῆς. Μήποτε δὲ καὶ αὐτὸ τοῦτο ζητήσεως ἀξίου, εἰ δι’ ἐπιστροφῆς ἐκείνῳ συνάπτεσθαι δυνατόν· οὐδὲ γὰρ οἶόν τε ἀπ’ αὐτοῦ τι προελθεῖν, ἵνα τι καὶ ἐπιστρέψῃ μετὰ τὴν πρόοδον. Πῶς γὰρ ἂν προέλθοι μὴ διακριθέν; πῶς δ’ ἂν τι διακριθείη τοῦ ἑνός, καὶ οὐ διαπεσεῖται εἰς τὸ μηδέν;