Ancient Greek
296
Damascius, De Principiis 296
Unproofread scanNot analysed yet
ἀεὶ προλαμβάνει τὸ ἓν τὴν τοῦ οὐχ ἑνὸς ὅπως δήποτε διάκρισιν, ὥστε οὐδὲ ἐπιστρέφει πρὸς γε τὸ ἓν, ἄφ’ οὗ μὴ προ-ῆλθεν. Ἔτι τὸ διακεκριμένον διακεκριμένου διακέκριται, ὡς τὸ ἕτερον ἑτέρου ἕτερον. Εἰ δὴ ἐπιστρέφει τι, διακέκριται κατὰ τοσοῦτον καθόσον ἐπιστρέφει· καὶ τὸ ἓν ἄρα διακέκριται τούτου· πέπονθεν ἄρα τὴν διάκρισιν, καὶ ἔστιν οὐ μόνον ἓν, ἀλλὰ καὶ διακεκριμένον·