Ancient Greek
31
Damascius, De Principiis 31
Unproofread scanNot analysed yet
ἐν αὐτοῖς, ἡ ἀμερεσλάτη κορυφὴ τῶν ὁπώσποτε πάντων, καὶ ἡ μεγίστη περιοχὴ τῶν ὁπώσποτε ὅλων λεγομένων. Ἄλλ' εἰ τὸ ἐν πάντων αἴτιον καὶ πάντων περιεκτικόν, τίς ἡ ἐπέκεινα καὶ τούτου ἀνάβασις ἡμῶν; μήποτε γὰρ κενεμβατοῦμεν εἰς αὐτὸ τὸ οὐδὲν ἀνατεινόμενοι· ὁ γὰρ μηδὲ ἐν ἐστὶ, τοῦτο οὐδὲν ἐστὶ κατὰ τὸ δικαιότατον· πόθεν γὰρ ὅτι καὶ ἐστὶ τι τοῦ ἑνὸς ἐπέκεινα;