Ancient Greek
316
Damascius, De Principiis 316
Unproofread scanNot analysed yet
ἐστὶν οὐκ ἀπὸ τῆς διακρίσεως, ἀλλὰ πρὸ τῆς διακρίσεως· οὕτω γὰρ ἐστὶ κατὰ ἀλήθειαν πάντα πρὸ πάντων οὐκ ἄτελώς, ὡς δύναμει, οὐδὲ κατὰ αἰτίαν, ὡς μήπω πάντα, ἀλλὰ πάντα κατὰ ὕπαρξιν τὴν ἀδιάκριτον, οὐ τὴν ἡνωμένην πρὸ πάντων, ἀλλὰ τὴν πάντων ὑπερηπλωμένην τῇ ἑαυτῆς ἀπλότητι, πάντα οὖσαν οἷα καὶ ὅσα τὰ προελθόντα κατὰ διάκρισιν. Καὶ τὰ κυρίως πάντα ἐκεῖνο· τὰ