Ancient Greek
318
Damascius, De Principiis 318
Unproofread scanNot analysed yet
ὑποδεέστερον, πλὴν ὅτι τῶν ἰδιοτήτων αἱ μὲν οἰκειότερον ἔχουσι πρὸς τὴν ἥττω διάκρισιν, αἱ δὲ πρὸς τὴν μεῖζον, διόπερ ἄλλαι ἀλλαχοῦ ἐκφαίνονται. Περὶ μὲν οὖν τούτων οὐ καιρὸς ἐπεξάγειν τὴν διηκριβωμένην ἐξέτασιν. Τὸ δὲ οὖν ἐν πάντα πρὸ πάντων καὶ γνωστόν ἐστιν καὶ γνωστικόν, καὶ τῶν ἄλλων ἕκαστον, οὔτι γε ὡς λέγω, καὶ ὡς ἐστιν ἕκαστον (ἐν διακρίσει γὰρ ταῦτα,