Ancient Greek
325
Damascius, De Principiis 325
Unproofread scanNot analysed yet
αὐτοῦ περιτρέχομεν, πέρα καὶ ἄπειρον, ὡς φασιν. Ἐὰν δὲ καὶ τὸ ἀληθέστερον ἐννοήσωμεν, ὅτι καὶ τοῦτο πλήρωμα τῶν πάντων ἐστὶν ἡνωμένον, τὸ μὲν πάντων εἰς πλῆθος ἡμᾶς καταφέρει, τὸ δὲ ἡνωμένον ἀφανίζει τὸ πάντων. Ἄλλ’ οὕτω γε οὐδὲ τοῦτο θαυμασιέον· καὶ γὰρ καὶ τῶν εἰδῶν ἕκαστον ἰδεῖν το Ρ. βουλόμενοι, τὰ στοιχεῖα αὐτοῦ περιθέομεν, τὸ δὲ ἐν αὐτοῦ ἐπιποθοῦντες ἀπόλλυμεν