Ancient Greek
327 to 331
Damascius, De Principiis 327-331
Unproofread scanNot analysed yet
ἀντίληψιν, οὐχ ἂν τοῦτο συννοοῦντες, εἰ μὴ τῆς ἀθρόας νοήσεως ἴχνος τι ἐν ἡμῖν διεσεῖετο, καὶ τοῦτό ἐστιν ὅπερ ἐξαίφνης ἀνάπλεται φῶς ἀληθείας ὥσπερ ἐκ πυρείων προστριβομένων. Αἱ γὰρ μερισταὶ ἔννοιαι συναγειρόμεναι καὶ πρὸς ἀλλήλας γυμναζόμεναι κατὰ τὴν εἰς τὸ μονοεἰδὲς καὶ ἁπλοῦν συννεύουσαν κορυφήν, τελευτῶσιν ὥσπερ εἰς τινα σύμπλωσιν, πλωσιν, οἷον τὴν κατὰ τὸ κέντρον ἐν κύκλῳ τὰ πέρατα τῶν ἀπὸ τῆς περιφερείας ἐπειγομένων εἰς τὸ κέντρον πολλῶν εὐθειῶν, καὶ οὕτω δὲ ἔχουσι μεμερισμένως μὲν, εἰς δὲ τὸ ἀμέριστον παραβαλλομένοις ἴχνος τι γνώσεως προδιασείεται τοῦ εἴδους ἐν ἡμῖν, ὥσπερ τοῦ κέντρου ἀφανοῦς ὄντος, παρἔχεταιί ἔχεται τινα ἀμυδρὰν ἔμφασιν ἢ τοῦ κύκλου πρὸς τὸ μέσον ἐπίσης πανταχόθεν ἀναβαίνοντες εἰς ὕψος ταῖς χερσὶ καὶ ποσὶν ταῖς αὐτὸ τὸ πάντα Β ἄναντες πυρίων συναγειρόμεναι ἀπὸ ἐν ἐπινοουμένη μία σύμπλιξις. Τῷ δὲ αὐτῷ τρόπῳ καὶ εἰς τὸ ὅν ἀναβαίνομεν, πρῶτον μὲν ἕκαστον εἶδος, ὃ δὴ μεμερισμένον ἡμῖν προσπίπτει, ἐπινοοῦντες νοοῦντες ν. ἀμέριστον οὐ μόνον, ἀλλὰ καὶ ἠνωμένον, τὰ ἐν ἑκάστῳ πολλὰ συγχέαντες, εἰ χρὴ οὕτως εἰπεῖν, εἶτα καὶ πάντα ὁμοῦ λαβόντες διακεκριμένα καὶ τὰς περιγραφὰς ἀνελόντες, ὥσπερ πολλὰ ὕδατα ἐν ὕδωρ ποιοῦντες ἀπερίγραφον, πλὴν ὅτι οὐ τὸ ἐκ πάντων ἡνωμένον ἐπινοοῦμεν ὡς τὸ ἐν ὕδωρ, ἀλλὰ τὸ πρὸ πάντων, ὡς τὸ τοῦ ὕδατος εἶδος πρὸ τῶν διωρισμένων ὑδάτων, οὕτως ἄρα καὶ εἰς τὸ ἐν ἀναπλοῦμεθα, πρῶτον μὲν συναγείροντες, αὖθις δὲ ἀφιέμενοι τῶν συναγειρομένων εἰς τὴν τούτων ὑπερηπλωμένην τοῦ ἑνὸς ἐκείνου ὑπεροχήν. Ἄρα οὖν ἀναβάντες ἐντετυχήκαμεν αὐτῷ ὡς γνωσίῃ; ἢ βουληθέντες ὡς τοιούτῳ ἐντυχεῖν, ἀνελύθημεν εἰς τὸ ἄγνωστον; ἢ ἀληθὲς ἑκάτερον· καὶ γὰρ ὡς γνωσίῃ πόρρωθεν ἐντυγχάνομεν, καὶ ἐπειδὰν αὐτῇ πόρρωθεν ἐνωθῶμεν, ὑπερβάντες ἡμῶν τὸ γνωστικὸν τοῦ ἑνὸς, εἰς τὸ ἐν εἶναι περιιστάμεθα, τούτεσθιν εἰς τὸ ἄγνωστον εἶναι ἀντὶ γνωστικοῦ. Αὕτη μὲν οὖν ἡ συναφὴ ὡς ἑνὸς πρὸς ἐν ὑπὲρ γνώσιν, ἐκείνη δὲ ὡς γνωστικοῦ πρὸς γνωστόν. Καὶ πῶς