Ancient Greek
350 to 352
Damascius, De Principiis 350-352
Unproofread scanNot analysed yet
ἐμπόδιον εἰς τὴν τοιαύτην προβολὴν ἐνιστάμενον, ὅπερ ἐστὶ τὸ ποιόν τι μὴν καὶ τὸ ὡς τι νοεῖν. Εἰ δέ τις αὐτὴν ἀναγκάζει περὶ ἐκείνου διδάσκειν, ἀνθ’ ἑαυτῆς προβαλεῖται δευτέραν ἢ τρίτην ἔννοιαν, ἢ τὰ ὁμοῦ διωρισμένα προφέρουσα δοκεῖ προφέρειν ἐκεῖνο οἷον ὅτι τὸ ἀπλούστατον ἀρχή, καὶ τὸ πρῶτον, καὶ τὸ πάντων περιεκτικόν, καὶ τὸ πάντων γεννητικόν, καὶ τὸ πᾶσιν ἐφετόν, καὶ τὸ πάντων κράτιστον καὶ ἤτοι πάντα ἐφεξῆς ἀπαριθμήσεται, ὧν αἴτιον ἐκεῖνο ἢ τὰ κράτιστα καὶ τιμιώτατα τῶν πάντων, οἷα τὰ εἰρημένα, καὶ μάλιστα τὸ ἐν καὶ τὰ πάντα κατὰ τὰς εἰρημένας αἰτίας. Ἀλλὰ τούτων λεγομένων ἐπιλήψεται τις ἀμείνων ταύτης ἔννοια, παραιτουμένη τὸ διωρισμένον καὶ πολύμορφον ἐν ἀρχῆς λόγῳ, συναίρουσα δὲ πάντα εἰς μίαν φύσιν μονοειδή, καὶ ταύτην ἐκείνης ἀξιοῦσα προτιθέναι, τὴν ἡνωμένην τῆς διωρισμένης. Ἄλλ’ ἢ εἴσω μένουσα καὶ οὐ προιοῦσα τῆς γνωστικῆς δυνάμεως πρώτη ὠδὶς οὐδὲ ταύτην δέξεται τὴν συναίρεσιν, ὡς κύουσαν τὸ πλῆθος καὶ τι τοῦτό τὴν κοινῆ ἰδία καὶ τὰ λόγια Η ή ἀεὶ εἴ τι ν οὔπω γε αὐτὸ τετοκυῖαν, αὐτὴ δὲ τὸ ἀπλοῦν πάντη καὶ ὑπὲρ ἅπαν τὸ πλῆθος ἱδρυμένον