Ancient Greek
355
Damascius, De Principiis 355
Unproofread scanNot analysed yet
ἡνωμένον, τὴν ἀϊδιότητα τοῦ μικτοῦ προ- ειληφός. Ἡ τοῦτο μὲν ἤδη προφαίνει τὴν ἐκ πολλῶν ἄκραν ἕνωσιν καὶ τὴν πρώτην ὠδῖνα τοῦ πλή|θους, μᾶλλον δὲ τῆς τοῦ πλήθους μίξεως· πρὸ αὐτοῦ γὰρ ἐξεφάνη τὸ πλῆθος, ὥσπερ καὶ τὸ ἐν· ἐκ δὲ ἀμφοῖν εἰς αὐτὸ συνελθόντοιν τὴν μίαν ἐπ' αὐτοῖς ἡνωμένην καὶ μικτὴν ἰδιότητα προεβάλετο τοῦ ὄντος, ἥτις αὐτοῦ γέγονεν ὑπαρξίς,