Ancient Greek
364
Damascius, De Principiis 364
Unproofread scanNot analysed yet
ἄλληλα, ὡς τὰ μὲν παράγει, τὰ δὲ παράγεται, καὶ τὰ μὲν τάττει, τὰ δὲ τάττεται, βουλόμενοι τι ἐνδείξασθαι, ἄφ’ ὧν ἴσμεν, περὶ οὓ οὐκ ἴσμεν, τὰ πρεσβύτερα φύσει αὐτῶν ἀνατίθεμεν, τὰ αἴτια τῷ προαιτίῳ, καὶ τὰ πρῶτα ἀπ’ αὐτοῦ προελθόντα τῷ μηδὲ προελθεῖν τι, ὡς καὶ ταῦτα ἥκιστα προελθόντα. ἀλλὰ κατ’ αὐτὸ γε οὐδὲν ὅτι μὴ κατὰ τὸ ἐν καὶ