Ancient Greek
39
Damascius, De Principiis 39
Unproofread scanNot analysed yet
ὅτι συναίρεμα τῶν διακρινομένων πρὸ τῆς διακρίσεως· εἴτε οὖν κατὰ τὴν σύνταξιν, εἴτε κατὰ φύσιν τὴν ἑαυτῶν, πάντα ἕκαστον. Τὰ δὲ πάντα οὐ δύναται πρῶτα εἶναι οὐδὲ ἀρχή, εἰ μὲν κατὰ σύνταξιν, ὅτι καὶ τὰ ἔσχατα σὺν αὐτοῖς, εἰ δὲ τὸ ἐν αὐτῶν μόνον, ὅτι καὶ ἐν καὶ πάντα ὁμοῦ κατὰ τὸ πάντα ἐν (τὸ δὲ πάντα ἐπέκεινα τῶν πάντων