Ancient Greek
405
Damascius, De Principiis 405
Unproofread scanNot analysed yet
αὐτὸ παρήγαγεν, αὐτὸ δὲ εἰς οὐδὲν πρόεισιν, οὐδὲ τινι μεταδίδωσιν ἀφ’ ἑαυτοῦ τινος· ἀνάγκη γὰρ τὸ μεταδιδόμενον ὑφεῖσθαι τοῦ μεταδιδόντος, καὶ μὴ ἐκεῖνο εἶναι, ἀλλ’ οἷον ἐκεῖνο καὶ μὴ τὸ ἀπλῶς, ἀλλὰ τι μέτρον ἑκάστῳ. Ἡ δὲ ὕφεσις καὶ τὰ μέτρα καὶ εἰ τι τοιούτων ἐν πλήθη τινὶ ὁρᾶται καὶ μετὰ διορισμοῦ καὶ κατὰ ῥύσιν καὶ μεταβολὴν τοῦ αὐτοῦ, κἂν