Ancient Greek
412
Damascius, De Principiis 412
Unproofread scanNot analysed yet
οὔτε διακρινόμενον· οὔτε γὰρ πολλά, οὔτε πολλοποιόν, οὐδὲ μὴν ἕν, οὐδὲ ἐνοποιόν, ὥστε οὔτε πρόεισιν, οὔτε μένει, οὔτε ἐπιστρέφει το ἐκείνη ἡ φύσις, ἄτε πάντα οὖσα τῷ ὑπὲρ πάντα. Πρὸς δὲ τούτοις, εἰ πρόεισι, καὶ ἐστὶν ἐν ἑκάστῳ τῶν ὄντων καὶ τῶν γινομένων ἐκείνης τὸ μέτρον, φανερὸν ὅτι ἑκάστῳ τὸ ἐπιβάλλον ἐνδίδωσι· τοῖς δὴ φθαρτοῖς καὶ θνητοῖς, εἰ μὲν