Ancient Greek
420
Damascius, De Principiis 420
Unproofread scanNot analysed yet
αὐτὸ ὑπὸ παντὸς μετέχεται, τῆς διακρίσεως ἐν τοῖς μετέχουσι κάτω οὐσίαν, ἀλλ’ οὐκ ἐν τῷ μετεχομένῳ οὕτω γὰρ καὶ τὸ ὃν ὁ Πλωτῖνος ἀξιοῖ νοεῖν, τὸ αὐτὸ πανταχοῦ ὅλον παρὸν κοινῇ τε πᾶσι καὶ ἑκάστῳ τῶν πολλῶν. Ἄλλ’ εἰ καὶ ἀμέριστος ἡ μέθεξις καὶ μία πάντων ἢ τε τοῦ ὄντος καὶ τοῦ ἑνός ὁ γὰρ ὅμοιος ἀμφοῖν ἔστι τρόπος,