Ancient Greek
422
Damascius, De Principiis 422
Unproofread scanNot analysed yet
τοῦτο τῇ ὕλῃ προσήκει, καὶ ὅλως εἰπεῖν, στοιχείοις ἑαυτὰ γὰρ καὶ ταῦτα δίδωσι τῷ ἐξ αὐτῶν, οἷον ὕλη τοῦ στοιχειωτοῦ γιγνομένου. Εἰ δὲ μὴ ταῦτα λέγοι τις, ἀλλ’ ἥγε ὕλη οὐκ ἔχουσα τι μεθ’ ἑαυτὴν ὃ τι δοίη, τῷ κόσμῳ δίδωσιν ἑαυτήν ἢ τοῦτο μέν ἡ ὕλη κατὰ τὸ χεῖρον, ἐκεῖνο δὲ ἴσως κατὰ τὸ κρεῖττον, ἑαυτὸ τοῖς πᾶσι καὶ