Ancient Greek
426 to 427
Damascius, De Principiis 426-427
Unproofread scanNot analysed yet
ταῦτα καὶ ὑπερφυῆ, ταῖς δὲ ἄλλαις ἡμῶν ἐννοίαις οὐ συμβαίνοντα, ταῖς τε πάντα ἀπὸ τοῦ ἑνὸς προαγουσάις καὶ ταῖς ἐνεῖναι τοῖς αἰτιατοῖς ἀεὶ τὸ τοῦ αἰτίου ἴχνος ἀξιούσαις, οὐκ ἐξωθεν παρὸν μόνον, ἀλλὰ μετὰ τοῦτο καὶ συνουσιαμένον. Ἐπεὶ καὶ εἰ κοινὸν τὸ ἡλίου φῶς εἰς μέθεξιν, ἀλλ' ἔστι καὶ ἐν τοῖς ὄμμασιν ἡλιοειδὲς τι φέγγος ἴδιον ἤδη καὶ οὐ κοινόν, τῷδε ἰδίῳ πρὸς τὸ κοινὸν συναπλόμεθα. Οὐχὶ δὲ καὶ ὁ Πλάτων αὐτῆς εἶναί φησι τῆς ψυχῆς αὐγὴν τινα, ἣν δεῖ ἀνακλίναντας τῷ φωτὶ συναφθῆναι τῆς ἀληθείας; ἀλλὰ μὴν καὶ τῆς μιᾶς τῶν πάντων ἀρχῆς ἀπορρεῖν τινα κοινὴν ἐτι μέθεξιν, ἣν ἀλήθειαν κέκληκεν, οὐ τῷ ἡλίῳ ἀναλογοῦσαν, ἀλλὰ τῷ ἡλίου φωτί. Αλλὰ μήποτε ὁ μὲν Πλάτων ἐσιώπησεν τὴν ἀκριβῆ