Ancient Greek
434
Damascius, De Principiis 434
Unproofread scanNot analysed yet
μετ’ ἐκεῖνο, καὶ τί πάλιν διακρίνει τὸ αἰτιατὸν ἀπὸ τοῦ αἰτίου; μήποτε γὰρ καὶ τὸ πᾶσι κοινὸν ἐν μεθεκτὸν ἀπὸ τῆς διακρινούσης αἰτίας πρόεισι· πολὺ γὰρ καὶ τοῦτο· πᾶν γὰρ κοινὸν πολὺ ἐστὶ κατὰ φύσιν, εἰ καὶ μὴ κατ’ ἀριθμόν. Μήποτε οὖν αὐτὸ τὸ τῆς διακρίσεως αἴτιον, ὅ τι ποτὲ ἐστιν, παρήγαγεν ἑαυτὸ πρῶτον ἀπὸ τῆς ἀφανοῦς ἐκείνης παντελοῦς ἀδιακρίτου