Ancient Greek
440
Damascius, De Principiis 440
Unproofread scanNot analysed yet
ἔτι ταῖς αὐταῖς ἀπορίαις ἐνδεδέμεθα, εἰ ἥκει τι ἐκεῖθεν εἰς τὰ ἄλλα, καὶ ἐστὶν ἕκαστον καὶ παράγει ἑαυτὸ διὰ τὴν ἐκείνου μέθεξιν· εἰ γὰρ μηδενὸς ἀπολαύει αὐτοῦ, τί δεῖται αὐτοῦ πρὸς τὴν οἰκείαν ὑπόστασιν; καὶ ὅλως ἐπιποθοῦμεν ἰδεῖν ὅτι ἔχομεν ἡμεῖς ἀπ’ ἐκείνης τῆς κοινῆς· καὶ εἰ πρωτίστη ἐστίν, ἔχει τι καὶ ἔσχατον ἴχνος, οἷον τὴν ὕλην φάμεν, πάντα ἕν