Ancient Greek
454
Damascius, De Principiis 454
Unproofread scanNot analysed yet
διωρισμένον αἴτιον καὶ κατὰ τὴν ὡς αἰτίου διωρισμένην ἔννοιαν, οὐκ ἔστιν αἴτιον· οὔτε γὰρ ποιητικόν, πρὸ τούτου γὰρ ἄλλα, οὔτε παραδειγματικόν, καὶ τούτου γὰρ ἄλλο προηγεῖται, οὔτε, ὡς ἂν τῷ δόξειεν, αὐτὸ τὸ τελικόν, ἐν γὰρ τι καὶ τοῦτο τῶν αἰτίων, καὶ διώρισται ἀπὸ τῶν ἄλλων οὐδὲ μὴν ὁμοῦ τὰ τρία αἴτια, ὡς ἐν παναίτιον· καὶ τὰ τρία γὰρ διώρισται