Ancient Greek
468
Damascius, De Principiis 468
Unproofread scanNot analysed yet
εἰκόνι. Ἡ ταῦτα μὲν οὐκ ἐχυρὸν λέγειν· ᾧ γὰρ λόγῳ τοῦ παραδείγματος ἐλατλοῦται ἡ τῆς εἰκόνος ὁμοιότης, τούτῳ καὶ τῆς εἰκόνος ὑπερέχει τοῦ παραδείγματος ἡ ὁμοιότης. Ἡ μὲν δὴ τῶν ὁμοταγῶν ἐπίσης ἔχει πρὸς τὴν ἀντιστροφὴν, ἡ δὲ τοῦ κρείττονος καὶ χείρονος ἀντιστρέφει μὲν, ἀλλὰ μετὰ τῆς ὑπεροχῆς καὶ τῆς ἐλλείψεως. Εἰ τοίνυν ἡ εἰκὼν τῷ παραδείγματι ἔοικεν οὐκ ἐπίσης,