Ancient Greek
473
Damascius, De Principiis 473
Unproofread scanNot analysed yet
ἐσλιν ἑτερότης κοινὸν γὰρ ὡς μετέχον τοῦ αἰτιατοῦ αἰτίας, διακρίνεται δὲ ὡς καὶ ἀπὸ τοῦ αἰτιατοῦ τὸ αἴτιον, ὡς προάγον αὐτὸ ἀφ’ ἑαυτοῦ καὶ διακρίνον· οὕτω γὰρ ἀντιστρέφειν ἠξιοῦμεν καὶ τὸ ὅμοιον εἰκόνος καὶ παραδείγματος· τὸ δὲ ἐπέκεινα διορισμοῦ παντὸς οὐκ ἂν τις ἔχοι λέγειν οὐδαμῇ οὐδαμῶς διωρισμένον· ἐπεὶ καὶ διώρισται, οὐ πάντη διώρισται, ἔχει δὲ τι καὶ κοινὸν ἐν.