Ancient Greek
48
Damascius, De Principiis 48
Unproofread scanNot analysed yet
ἐσώπησε μέχρι τοῦ ἑνὸς ἀναβὰς ἐσιώπησεν, καὶ τοῦτο Πλάτωνι πρεπῶδες περὶ τῶν πάντῃ ἀφθέγκτων πάντῃ σιωπᾶν ἀρχαιοτρόπως· καὶ γὰρ ἦν τῷ ὄντι παρακινδυνευτικώτατος ὁ λόγος ἐκπίπτων εἰς ἰδιώτιδας ἀκοάς· ἀμέλει καὶ τὸν περὶ τοῦ μηδαμῇ μηδαμῶς ὄντος ἀνακινήσας περιεστράφη καὶ ἐκινδύνευσεν ἐκπεσεῖν εἰς τὸν τῆς ἀνομοιότητος πόντον, μᾶλλον δὲ τῆς ἀνυποστάτου κενότητος. Εἰ δὲ αἱ ἀποδείξεις τῷ ἑνὶ οὐχ