Ancient Greek
490
Damascius, De Principiis 490
Unproofread scanNot analysed yet
διάκρισιν, οὕτω καὶ τὴν ἐκεῖθεν τελείωσιν καὶ τὴν ἐκείνου μέθεξιν εἶναι, μήτε ὡς τι διδόντος ἀφ’ ἑαυτοῦ, μήτε ὡς ἐπέχοντος τὴν δόσιν, μήτε ὡς ἔχοντός τι κοινὸν πρὸς τὰ ἄλλα, αὐτὴν τὴν διδομένην ἐλλαμψιν, μήτε ὡς πάντη διωρισμένου, καὶ οὐδαμῇ πρὸς αὐτὰ κοινωνοῦντος. Αἱ γὰρ τοιαῦται πᾶσαι ἀντιθέσεις ἐν διορισμῷ. Τὸ δὲ ἔστιν, ὡς εἴρηται πολλάκις, ἀδιόριστον, ὥστε