Ancient Greek
507
Damascius, De Principiis 507
Unproofread scanNot analysed yet
πάντα ἐν ἑαυτῷ περιειληφότι, ἢ, ἄμεινον φάναι, ὑπάρχοντι, ἴσως δὲ ἄμεινον ἐπὶ μηδὲ ὑπάρχοντι, ἀλλὰ ὑπὲρ τοῦτο πάντα ἐνὶ προσαρμόζειν φιλονεικοῦντες. Διὸ καὶ ὁ πολὺς ἐγίνετο Φόρβος, κινδυνεύοντος ἀεὶ τοῦ μεριστοῦ λόγου ἢ διασπάσαι τὸ ἕν εἰς πολλά, ἢ τὴν οἰκείαν ἀπολέσαι παντάπασιν φύσιν τε καὶ δύναμιν, καὶ ἐνέργειαν. Τοιγαροῦν καὶ ἐκεῖνα τούτοις ἑπόμενα συνάγομεν, ὅτι ἐκεῖνο οὐδὲν ῥητέον τῶν