Ancient Greek
513
Damascius, De Principiis 513
Unproofread scanNot analysed yet
μένον πρόεισιν, ἢ μόνον πρό|εισιν. Ἀρχώμεθα δὲ ἄνωθεν. Εἰ τοίνυν διεκρίθη τὸ δεύτερον ἀπὸ τοῦ πρώτου, πάντως ὅτι καὶ τὸ πρῶτον διεκρίθη τοῦ δευτέρου· τὸ γὰρ διακρινόμενον διακρινομένου διακρίνεται. Ἀλλ’ εἰ τοῦτο, ἢ ἀπὸ τοῦ δευτέρου, διακρίναντος ἑαυτό, πέπονθε καὶ αὐτὸ τὴν διάκρισιν, καὶ ὡς ἀπὸ τοῦ αἰτιατοῦ τὸ αἴτιον ἠλλοίωται; Πῶς ἢ ὁτιοῦν πέπονθεν, ἢ ἄφ᾽ ἑαυτοῦ ἔσχεν